TLG 1756 001 :: DEMETRIUS :: Fragmenta DEMETRIUS Gramm. Fragmenta frr. 1–75 Citation: Fragment — (line) | ||
1 | Athen. IV p. 141 e: Δημήτριος δ’ ὁ Σκήψιος ἐν τῷ πρώτῳ τοῦ τρωικοῦ διακόσμου τὴν τῶν Καρνείων φησὶν ἑορτὴν παρὰ Λακεδαιμονίοις μίμημα εἶναι στρατιωτικῆς ἀγωγῆς. τόπους μὲν γὰρ εἶναι ἐννέα τῷ ἀριθμῷ, σκιάδες δ’ οὗτοι καλοῦνται, σκη‐ | |
5 | ναῖς ἔχοντες παραπλήσιόν τι· καὶ ἐννέα καθ’ ἕκαστον ἄνδρες δει‐ πνοῦσι πάντα τε ἀπὸ προστάγματος κηρύσσεται. ἔχει τε ἑκάστη σκιὰς φρατρίας τρεῖς καὶ γίνεται ἡ τῶν Καρνείων ἑορτὴ ἐπὶ ἡμέ‐ | |
---|---|---|
ρας ἐννέα. | 17 | |
2 | schol. Theocrit. V, 83 de Apolline Carneo: Δημήτριος δὲ ἀπὸ τοῦ κρᾶναι (codd. κραῖναι) ὅ ἐστι τελέσαι (scil. ὠνομάσθαι αὐτόν φησι). φησὶ γὰρ ὡς ὁ Μενέλαος στρατεύσας εἰς Ἴλιον ηὔξατο τιμῆσαι αὐτόν, ἐὰν κράνῃ (codd. κραίνῃ). | |
3 | Athen. XIV p. 658 b: περὶ οὗ (scil. τρομιλικοῦ τυροῦ) φησὶ Δημήτριος ὁ Σκήψιος ἐν δευτέρῳ τρωικοῦ διακόσμου οὕτως· ‚τῆς Ἀχαΐας πόλις Τρομίλεια περὶ ἣν γίνεται τυρὸς αἴ‐ γειος ἥδιστος, οὐκ ἔχων σύγκρισιν πρὸς ἕτερον, ὁ προσαγορευό‐ | |
5 | μενος τρομιλικός, οὗ καὶ Σημωνίδης μνημονεύει ἐν ἰάμβῳ οὗ ἡ ἀρχή ἦ πολλὰ μὲν δὴ προεκπονῇ Τηλέμβροτε γράφων ἐνταῦθα μέντοι τυρὸς ἐξ Ἀχαΐης | |
10 | τρομιλικὸς θαυμαστός, ὃν κατήγαγον‛. | |
4 | Harpocration s. v. Θυργωνίδαι· —φησὶ δὲ καὶ Δημή‐ τριος ὁ Σκήψιος ἐν βʹ διακόσμου τῆς Πτολεμαΐδος φυλῆς τὸν | |
δῆμον εἶναι. | 18 | |
5 | Athen. VIII p. 346 c: οἶδα δὲ καὶ τὴν ἐν τῇ Πισάτιδι γρα‐ φὴν ἀνακειμένην ἐν τῷ τῆς Ἀλφειώσας Ἀρτέμιδος ἱερῷ· Κλεάν‐ θους δ’ ἐστὶ τοῦ Κορινθίου ἐν ᾗ Ποσειδῶν πεποίηται θύννον τῷ Διὶ προσφέρων ὠδίνοντι, ὡς ἱστορεῖ Δημήτριος ἐν ὀγδόῃ τοῦ | |
5 | τρωικοῦ διακόσμου. | |
6 | Athen. XV p. 697 c: καὶ ὅ γε Σκήψιος Δημήτριος ἐν τῷ δεκάτῳ τοῦ τρωικοῦ διακόσμου φησὶν οὕτως· ‚Κτησιφῶν ὁ Ἀθηναῖος, ποιητὴς τῶν καλουμένων κολάβρων, ὃν καὶ ὁ πρῶτος μετὰ Φιλέταιρον ἄρξας Περγάμου Ἄτταλος δικαστὴν καθεστάκει | |
5 | βασιλικὸν τῶν περὶ τὴν Αἰολίδα.‛ | |
7 | Athen. IV p. 155 b: Δημήτριος δ’ ὁ Σκήψιος ἐν τῷ δωδεκάτῳ τοῦ τρωικοῦ διακόσμου ‚παρ’ Ἀντιόχῳ‛ φησί ‚τῷ βασι‐ λεῖ τῷ μεγάλῳ προσαγορευθέντι ἐν τῷ δείπνῳ πρὸς ὅπλα ὠρ‐ χοῦντο οὐ μόνον οἱ βασιλέως φίλοι, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεύς. | |
5 | ἐπεὶ δὲ καὶ εἰς Ἡγησιάνακτα τὸν Ἀλεξανδρέα ἀπὸ Τρῳάδος, τὸν | |
τὰς ἱστορίας γράψαντα, ἡ τῆς ὀρχήσεως τάξις ἐγένετο, ἀναστὰς εἶπε· πότερον, ὦ βασιλεῦ, κακῶς ὀρχούμενον ἐμὲ θεάσασθαι βούλει ἢ καλῶς ἀπαγγέλλοντός μου ἴδια ποιήματα θέλεις ἀκροά‐ σασθαι; κελευσθεὶς οὖν λέγειν οὕτως ἧσε τὸν βασιλέα ὥστ’ ἐρά‐ | 19 | |
10 | νου τε ἀξιωθῆναι καὶ τῶν φίλων εἷς γενέσθαι‛. | |
8 | Athen. XIV p. 644 a: (οὐδὲ τῆς κώμης ἀμνήμων εἰμί) ἣν Πλακοῦντά φησι καλεῖσθαι Δημήτριος ὁ Σκήψιος ἐν δωδε‐ κάτῳ τρωικοῦ διακόσμου, τῶν Ὑποπλακίων Θηβῶν φάσκων αὐ‐ τὴν ἀπέχειν σταδίους ἕξ. | |
9 | Athen. III p. 80 d: Δημήτριος δ’ ὁ Σκήψιος ἐν τῷ πεντεκαιδεκάτῳ τοῦ τρωικοῦ διακόσμου εὐφώνους φησὶ γίνεσθαι τοὺς μὴ σύκων ἐσθίοντας. Ἡγησιάνακτα γοῦν τὸν Ἀλεξανδρέα τὸν τὰς ἱστορίας γράψαντα κατ’ ἀρχὰς ὄντα πένητα καὶ τραγῳδόν | |
5 | φησι γενέσθαι καὶ ὑποκριτικὸν καὶ εὔηχον, ὀκτωκαίδεκα ἐτῶν σύκων μὴ γευσάμενον. | |
10 | Athen. IV p. 173 f: Δημήτριος δ’ ὁ Σκήψιος ἐν ἑκ‐ καιδεκάτῳ τρωικοῦ διακόσμου ἐν τῇ Λακωνικῇ φησὶν ἐπὶ τῆς ὁδοῦ τῆς καλουμένης Ὑακινθίδος ἱδρῦσθαι ἥρωας Μάττωνα καὶ Κεράωνα ὑπὸ τῶν ἐν τοῖς φειδιτίοις ποιούντων τε τὰς μάζας | |
5 | καὶ κεραννύντων τὸν οἶνον διακόνων. | |
11 | Athen. VII p. 300 d: περὶ τὸν Εὐλέα ποταμὸν οὗ μνημο‐ νεύει Ἀντίμαχος ἐν ταῖς ἐπιγραφομέναις Δέλτοις οὕτως· ‚ἐλθὼν Εὐλῆος πηγὰς ἔπι δινήεντοσ‛, Δημήτριος ὁ Σκήψιος ἐν ἑκ‐ καιδεκάτῳ τοῦ τρωικοῦ διακόσμου ἐγχέλεις φησὶ διαφόρους γί‐ | |
5 | νεσθαι. | 20 |
12 | Stephan. Byz. p. 569, 6: Σιλίνδιον πόλισμα περὶ τὴν Ἴδην ὡς Δημήτριος ὁ Σκήψιος ἐν ἑκκαιδεκάτῳ τοῦ τρωικοῦ δια‐ κόσμου. | |
13 | Athen. XV p. 697 d: ὁ δ’ αὐτὸς οὗτος συγγραφεὺς (scil. Δημήτριος ὁ Σκ.) κἀν τῷ ἐννεακαιδεκάτῳ τῆς αὐτῆς πραγμα‐ τείας Μνησιπτολέμου φησί ποτε τοῦ ἱστοριογράφου, τοῦ παρὰ Ἀντιόχῳ τῷ προσαγορευθέντι μεγάλῳ πλεῖστον ἰσχύσαντος, υἱὸν | |
5 | γενέσθαι Σέλευκον, τὸν τῶν ἱλαρῶν ᾀσμάτων ποιητήν· οὗπερ συνεχῶς ᾄδειν εἰώθασι κἀγὼ παιδοφιλήσω· πολύ μοι κάλλιον ἢ γαμεῖν. παῖς μὲν γὰρ παρεὼν κἠν πολέμῳ μᾶλλον ἐπωφελεῖ. | |
14 | Athen. IV. p. 174 a: ὁ δ’ αὐτὸς (scil. Δημήτριος ὁ Σκ.) ἱστορεῖ κἀν τῷ τετάρτῳ καὶ εἰκοστῷ τῆς αὐτῆς πραγματείας Δαί‐ την ἥρωα τιμώμενον παρὰ τοῖς Τρωσίν, οὗ μνημονεύειν Μί‐ μνερμον. | |
15 | Athen. III p. 91 c: Δημήτριος δ’ ὁ Σκήψιος ἐν ἕκτῳ καὶ εἰκοστῷ τοῦ τρωικοῦ διακόσμου Λάκωνά φησι τινὰ κληθέντα ἐπὶ θοῖναν παρατεθέντων ἐπὶ τὴν τράπεζαν θαλαττίων ἐχίνων ἐπιλαβέσθαι ἑνός, οὐκ εἰδότα τὴν χρῆσιν τοῦ ἐδέσματος, ἀλλ’ | |
5 | οὐδὲ προσέχοντα τοῖς συνδειπνοῦσι πῶς ἀναλίσκουσιν· ἐνθέντα δὲ εἰς τὸ στόμα σὺν τῷ κελύφει βρύκειν τοῖς ὀδοῦσι τὸν ἐχῖνον. δυσχρηστούμενον οὖν τῇ βρώσει καὶ οὐ συνιέντα τὴν ἀντιτυπίαν τῆς τραχύτητος εἰπεῖν· ὦ φάγημα μιαρόν, οὔτε μὴ νῦν σε ἀφέω μαλθακισθεὶς οὔτ’ αὖθις ἔτι λάβοιμι. | 21 |
16 | Athen. X p. 425 c: Ἑλλησπόντιοι δὲ ἐπεγχύτην ὀνομάζουσι τὸν οἰνοχόον καὶ τὴν κρεανομίαν κρεοδαισίαν ὥς φησι Δημή‐ | |
τριος ὁ Σκήψιος ἐν ἕκτῳ καὶ εἰκοστῷ τοῦ τρωικοῦ διακόσμου. | 22 | |
17 | Strab. X p. 489: (τινὲς δὲ δύο εἶναι Καλύδνας φασὶ Λέρον καὶ Κάλυμναν ἅσπερ καὶ λέγειν τὸν ποιητήν). ὁ δὲ Σκήψιος πληθυντικῶς ὠνομάσθαι τὴν νῆσον Καλύμνας φησίν ὡς Ἀθήνας καὶ Θήβας, δεῖν δὲ ὑπερβατῶς δέξασθαι τὸ τοῦ ποιητοῦ· οὐ γὰρ | |
5 | νήσους Καλύδνας λέγειν, ἀλλ’ ‚οἱ δ’ ἄρα νήσους Νίσυρόν τ’ εἶχον Κράπαθόν τε Κάσον τε καὶ Κῶν, Εὐρυπύλοιο πόλιν, Καλύδνας τε‛ (Β 676 sqq. ‚οἱ δ’ ἄρα Νίσυρον τ’ εἶχον Κράπαθόν τε Κάσον | |
τε καὶ Κῶν, Εὐρυπύλοιο πόλιν, νήσους τε Καλύδνασ‛). | 23 | |
18 | Harpocration s. v. Ἀδράστειαν—Δημήτριος δ’ ὁ Σκήψιος Ἄρτεμίν φησιν εἶναι τὴν Ἀδράστειαν ὑπὸ Ἀδράστου τινὸς ἱδρυμένην. | 24 |
19 | schol. V ad Λ 229: (Περκώτῃ)· ἀρχαία αὕτη ἦν. νῦν | |
Παλαι—Περκώτην καλοῦσι· τῆς Λαμψακηνῶν δὲ ἦν χώρας. Stephan. Byz. s. v. Περκώτη· καὶ Παλαι—Περκώτη, πόλις Τρῳάδος. | 25 | |
20 | Steph. Byz. 119, 3: Ἀρίσβη πόλις τῆς Τρῳάδος, Μυτιλη‐ ναίων ἄποικος, ἧς οἰκισταὶ Σκαμάνδριος καὶ Ἀσκάνιος υἱὸς Αἰ‐ νείου. κεῖται μεταξὺ Περκώτης καὶ Ἀβύδου. Κεφάλων δέ φη‐ σιν ὅτι Δάρδανος ἀπὸ Σαμοθρᾴκης ἐλθὼν εἰς τὴν Τρῳάδα τὴν | |
5 | Τεύκρου τοῦ Κρητὸς θυγατέρα γαμεῖ Ἀρίσβην. Ἑλλάνικος δὲ Βάτειαν αὐτήν φησιν. ἔστιν ἑτέρα ἐν Λέσβῳ ἀπὸ Ἀρίσβης τῆς Μάκαρος θυγατρός. Ἔφορος δὲ Μέροπος αὐτὴν γενεαλογεῖ καὶ πρώτην Ἀλεξάνδρῳ τῷ Πριάμου γαμηθῆναι. Ἡρόδοτος δὲ καὶ | |
ἰάζων Ἀρίσβαν καλεῖ ἐν πρώτῃ (c. 151). | 26 | |
21 | Strab. § 27 p. 594: καὶ τὸ Ἴλιον δ’ ὃ νῦν ἔστι κωμόπολίς τις ἦν, ὅτε πρῶτον Ῥωμαῖοι τῆς Ἀσίας ἐπέβησαν καὶ ἐξέβαλον Ἀντίοχον τὸν μέγαν ἐκ τῆς ἐντὸς τοῦ Ταύρου. φησὶ γοῦν Δη‐ μήτριος ὁ Σκήψιος μειράκιον 〈ὢν〉 ἐπιδημήσας εἰς τὴν | |
5 | πόλιν κατ’ ἐκείνους τοὺς καιρούς, οὕτως ὠλιγωρημένην ἰδεῖν τὴν κατοικίαν ὥστε μηδὲ κεραμωτὰς ἔχειν τὰς στέγας· Ἡγησιάναξ δὲ τοὺς Γαλάτας περαιωθέντας ἐκ τῆς Εὐρώπης ἀναβῆναι μὲν εἰς τὴν πόλιν δεομένους ἐρύματος, παραχρῆμα δ’ ἐκλιπεῖν διὰ τὸ | |
ἀτείχιστον· ὕστερον δ’ ἐπανόρθωσιν ἔσχε πολλήν. | 27 | |
22 | Strab. § 33 p. 596: ὑπονοεῖ δ’ ὁ Δημήτριος μέχρι δεῦρο (scil. τῆς Κεβρήνης) διατείνειν τὴν περὶ τὸ Ἴλιον χώραν τὴν ὑπὸ τῷ Ἕκτορι, ἀνήκουσαν ἀπὸ τοῦ ναυστάθμου μέχρι Κεβρηνίας· τάφον τε γὰρ Ἀλεξάνδρου δείκνυσθαί φησιν αὐτόθι καὶ Οἰνώνης, | |
5 | ἣν ἱστοροῦσι γυναῖκα γεγονέναι τοῦ Ἀλεξάνδρου πρὶν Ἑλένην ἁρπάσαι· λέγειν τε τὸν ποιητὴν ‚Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο‛ (Π 738), ὃν εἰκὸς εἶναι ἐπώνυμον τῆς χώρας ἢ καὶ | |
πόλεως ὅπερ πιθανώτερον κτλ. —§ 34 (p. 597) fin. | 28 | |
23a | schol. B ad Υ 53: θεῶν ἔπι Καλλικολώνῃ· Δημή‐ τριος ὁ Σκήψιος λόφον εἶναί φησι σταδίων πέντε τὴν περί‐ μετρον, μεταξὺ Ἰλιέων κώμης καὶ Σιμοῦντος ὃς ἀπέχει κατὰ διά‐ μετρον Σιμοῦντος μὲν στάδια πέντε, Ἰλιέων δὲ κώμης στάδια | |
5 | δέκα. (θεοῖς δὲ αὐτὴν ἀνατίθησιν ὡς πλήθουσαν λιβάσι καὶ λειμῶσι. τὸ δὲ θεῶν καὶ θέων δύναται γράφεσθαι, ἵνα δηλοῖ τὸν ἐπειγόμενον.) | |
23b | schol. ABD ad Υ 3: θρωσμῷ πεδίοιο: ὑψηλῷ τόπῳ ὅθεν καταθορεῖν καὶ πηδῆσαι ἔστιν. ἔστι δὲ οὗτος ἐν Ἰλίῳ στα‐ δίων πέντε τὴν περίμετρον μεταξὺ Σιμοῦντος τοῦ ποταμοῦ καὶ τῆς Ἰλιέων καλουμένης κώμης, ὅπου καὶ αἱ θεαὶ κριθῆναι δο‐ | |
5 | κοῦσι περὶ κάλλους. ὀνομάζεται δὲ Καλλικολώνη, ἐπεὶ τῶν πέριξ τόπων ἐπισημότατός ἐστιν. ἡ ἱστορία παρὰ Δημητρίῳ τῷ Σκηψίῳ. | |
24 | Hesych. s. v. Θύμβρα· τόπος τῆς Ἰλίου παρὰ τὸν Θύμβρον (l. Θύμβριον) λεγόμενον ποταμὸν οὕτως ὀνομασθεὶς τῆς ἀρχαίας πόλεως ἀπέχοντα σταδίους δέκα, ὅπου γε καὶ ἱερὸν Ἀπόλλωνος | |
Θυμβραίου. | 29 | |
25 | Nicanor ad Λ 166: ‚οἱ δὲ παρ’ Ἴλου σῆμα παλαιοῦ Δαρ‐ δανίδαο μέσσον κὰπ πεδίον, παρ’ ἐρινεὸν ἐσσεύοντο‛ μέχρι τοῦ ‚μέσσον κὰπ πεδίον‛ συναπτέον, εἶτα βραχὺ διασταλτέον· ὁ γὰρ ἐρινεὸς οὐκ ἐν μέσῳ τῷ πεδίῳ, ἀλλ’ ἐγγὺς τῆς πόλεως· ‚λαὸν δὲ | |
5 | στῆσον παρ’ ἐρινεὸν ἔνθα μάλιστα ἄμβατός ἐστι πόλισ‛ (Ζ 433) ... ταῦτα μὲν ὅτι πλησίον τοῦ τείχους ὁ ἐρινεός. | |
26 | Strab. § 36 p. 598: παρατίθησι δ’ ὁ Δημήτριος καὶ τὴν Ἀλεξανδρίνην Ἑστίαιαν μάρτυρα τὴν συγγράψασαν περὶ τῆς Ὁμήρου Ἰλιάδος πυνθανομένην εἰ περὶ τὴν νῦν πόλιν ὁ πό‐ λεμος συνέστη καὶ ... τὸ Τρωικὸν πεδίον ὃ μεταξὺ τῆς πόλεως | |
5 | καὶ τῆς θαλάττης ὁ ποιητὴς φράζει· τὸ μὲν γὰρ πρὸ τῆς νῦν πόλεως ὁρώμενον πρόχωμα εἶναι τῶν ποταμῶν ὕστερον γεγονός. | |
27 | Strab. § 39 p. 600: Τίμαιον δὲ ψεύσασθαί φησιν ὁ Δη‐ | |
μήτριος ἱστοροῦντα ἐκ τῶν λίθων τῶν ἐξ Ἰλίου Περίανδρον ἐπιτειχίσαι τὸ Ἀχίλλειον τοῖς Ἀθηναίοις, βοηθοῦντα τοῖς περὶ Πιττακόν κτλ. | 30 | |
28col1 | Strab. § 41 p. 601. Οὕτω μὲν δὴ λέγουσιν οἱ Ἰλιεῖς, Ὅμηρος δὲ ῥητῶς τὸν ἀφανισμὸν τῆς πόλεως εἴρηκεν. —καὶ τὰ τοι‐ | |
5 | αῦτα δὲ τοῦ αὐτοῦ τίθενται (scil. ὁ Δημήτριος) τεκμήρια, οἷον ὅτι τῆς Ἀθηνᾶς τὸ ξόανον νῦν μὲν ἑστηκὸς ὁρᾶται, Ὅμηρος δὲ καθήμενον ἐμφαί‐ νει· πέπλον γὰρ κελεύει ‚θεῖναι Ἀθη‐ | |
10 | ναίης ἐπὶ γούνασιν‛ (Ζ 92). βέλτιον γὰρ οὕτως ἢ ὡς τινὲς (scil. Aristar‐ chus cf. schol. A ad Ζ 92) δέχονται ἀντὶ τοῦ ‚παρὰ τοῖς γόνασι θεῖναι‛ παρατιθέντες τὸ ‚ἡ δ’ ἧσται ἐπ’ | |
15 | ἐσχάρῃ ἐν πυρὸς αὐγῇ‛ (ζ 52) ἀντὶ τοῦ ‚παρ’ ἐσχάρῃ‛. τίς γὰρ ἂν νοη‐ θείη πέπλου ἀνάθεσις παρὰ τοῖς γό‐ νασι; καὶ οἱ τὴν προσῳδίαν δὲ δια‐ στρέφοντες ‚γουνάσιν‛ ὡς θυιάσιν ὁπο‐ | |
20 | τέρως ἂν δέξωνται, ἀπεραντολογοῦσιν εἴθ’ ἱκετ[είας ἑρμην]εύοντες εἴτε φρέ‐ νας. πολλὰ δὲ τῶν ἀρχαίων τῆς Ἀ‐ θηνᾶς ξοάνων καθήμενα δείκνυται καθάπερ ἐν Φωκαίᾳ Μασσαλίᾳ Ῥώ‐ | |
25 | μῃ Χίῳ ἄλλαις πλείοσιν κτλ. | Column end |
28col2 | schol. B ad Ζ 92. πῶς ὀρθοῦ ὄντος τοῦ Παλλαδίου τὸν πέπλον ἐπὶ γούνασι θεῖναι παρα‐ κελεύεται; καὶ τινὲς μὲν οὖν φασὶν | |
5 | ὅτι πολλὰ τῶν Παλλαδίων κάθηται. οἱ δὲ ἀπὸ μέρους τὸ ὅλον σῶμα ὡς ἐπὶ τοῦ ‚ἐϋκνήμιδες Ἀχαιοί‛· οἱ δὲ ὅτι γούνατα καὶ τὰς ἱκετείας φη‐ σί· λέγει γάρ ‚ἀλλ’ ἤτοι μὲν ταῦτα | |
10 | θεῶν ἐνὶ γούνασι κεῖται‛ (α 267) τουτ‐ έστιν ἐν τῇ θεῶν λιτανείᾳ καὶ δεήσει. θεῖναι οὖν τὸν πέπλον ἐπὶ γούνασιν Ἀθηναίης ἀντὶ τοῦ ἐπὶ λιτανείᾳ καὶ δεήσει. οἱ δὲ ὅτι τῇ ἐπὶ ἀντὶ τῆς | |
15 | παρὰ εἴωθε χρῆσθαι ὡς ἐν τῷ ‚ποι‐ μαίνων δ’ ἐπ’ ὄεσσιν‛ (Ζ 25). οὕτως οὖν καὶ ἐπὶ γούνασιν ἀντὶ τοῦ παρὰ | |
γούνασιν Ἀθηναίης. | Column end | |
29 | Strab. § 43 p. 602: πολυπίδακον δὲ τὴν ἴδην ἰδίως οἴον‐ | |
ται λέγεσθαι διὰ τὸ πλῆθος τῶν ἐξ αὐτῆς ῥεόντων ποταμῶν καθ’ ἃ μάλιστα ἡ Δαρδανικὴ ὑποπέπτωκεν αὐτῇ (καὶ) μέχρι Σκήψιος καὶ τὰ περὶ Ἴλιον. ἔμπειρος δ’ ὢν τῶν τόπων ὡς ἂν ἐπιχώριος | 31 | |
5 | ἀνὴρ ὁ Δημήτριος τότε μὲν οὕτως λέγει περὶ αὐτῶν ‚ἔστι γὰρ λόφος τις τῆς Ἴδης Κότυλος· ὑπέρκειται δ’ οὗτος ἑκατόν που καὶ εἴκοσι σταδίοις Σκήψιος, ἐξ οὗ ὅ τε Σκάμανδρος ῥεῖ καὶ ὁ Γράνικος καὶ Αἴσηποσ‛ κτλ. usque ad § 45 p. 603 fin. | |
30a | Eustath. p. 890, 5: ἀπὸ τοῦ Καρήσου ποταμοῦ καὶ χώρα τις Καρησηνὴ λέγεται ἣν ὁ ἰδιωτισμὸς Κερασηνήν φησιν. | |
30b | Hesych. s. v. Κάρησος· πόλις καὶ ποταμός. | |
31a | schol. V ad Μ 20 = Eustath. p. 889, 59: Ῥῆσος· Ῥοί‐ στης (l. Ῥοείτης) μετωνόμασται. ῥεῖ δὲ πρὸς ἄρκτον ἀπὸ καλῆς πεύκης ἥτις ἀπέχει ἀπὸ Ἀδραμυττείου στάδια ρπʹ. | |
31b | schol. V ad Μ 20: Κάρησος· Πίδυς καλεῖται· ῥεῖ δὲ ἀπὸ Μαλοῦντος (cod. ἁπλοῦντος corr. Hercher). Κυζικηνοὶ ὀξυ‐ | |
τόνως αὐτὸν καλοῦσιν. ἐμβάλλει γὰρ εἰς Αἴσηπον. | 32 | |
31c | ibid.: Ῥοδίος· Δάρδανος καλεῖται. ῥεῖ δὲ ἀπὸ Κλεων‐ δρίας (l. Κλεανδρίας) ἐχούσης Πεύκης (l. ἀπεχούσης καλῆς πεύ‐ | |
κης) σταδίους ξʹ. Eustath. p. 890, 9 idem habet. | 33 | |
32 | schol. AD ad Ζ 35: Ἀχιλλεὺς ὑπὸ τὸν Τρωικὸν πόλεμον πορθῶν τὰς περιοίκους τῆς Ἰλίου πόλεις ἀφίκετο εἰς τὴν πάλαι μὲν Μονηνίαν, νῦν δὲ Πήδασον καλουμένην καὶ αὐτὴν σὺν ταῖς ἄλλαις ἑλεῖν· ἀπογνόντος δὲ αὐτοῦ τὴν εἰς τὸ τέλος πολιορκίαν | |
5 | διὰ τὴν ὀχυρότητα τοῦ τόπου καὶ μέλλοντος ἀναχωρεῖν, φασὶν εἴσω τῶν τειχῶν οὖσάν τινα παρθένον ἐρασθῆναι τοῦ Ἀχιλλέως καὶ λαβοῦσαν μῆλον εἰς τοῦτο ἐπιγράψαι καὶ ῥῖψαι εἰς μέσον τῶν Ἀχαιῶν· ἦν δὲ ἐν αὐτῷ γεγραμμένον ‚μὴ σπεῦδ’ Ἀχιλλεῦ πρὶν Μονηνίαν ἑλεῖν· ὕδωρ γὰρ οὐκ ἔνεστι· διψῶσιν κακῶς·‛ | |
10 | τὸν δὲ Ἀχιλλέα ἐπιμείναντα οὕτω λαβεῖν τὴν πόλιν τῇ τοῦ ὕδατος σπάνει. (schol. B ... μέλλοντος ἀναχωρεῖν, πηδάσασά τις παρ‐ θένος ἐρασθεῖσα αὐτοῦ ἐν μήλῳ ἔγραψεν οὕτως· ‚μὴ σπεῦδ’ Ἀχιλλεῦ πρὶν Μονηνίαν ἕλῃς· ὕδωρ γὰρ οὐκ ἔχουσι· διψῶσιν κακῶσ‛. ὁ δὲ περιμείνας ὑπέταξε τὴν πόλιν καὶ Πήδασον ὠνόμασε | |
15 | διὰ τὴν παρθένον.). ἡ ἱστορία παρὰ Δημητρίῳ καὶ Ἡσιόδῳ. | |
33 | Strab. § 51 p. 606: τὴν δὲ Ἄντανδρον Ἀλκαῖος μὲν καλεῖ | |
Λελέγων πόλιν (fr. 65 B) ‚πρώτα μὲν Ἄντανδρος Λελέγων πόλισ‛. ὁ δὲ Σκήψιος ἐν ταῖς παρακειμέναις τίθησιν, ὥστ’ ἐκπίπτοι ἂν εἰς τὴν τῶν Κιλίκων. | 34 | |
34 | Steph. Byz. s. v. Σκῆψις· πόλις Τρωική. —ἐκλήθη δὲ ἀπὸ τοῦ σκήψασθαι τὴν Ῥέαν ἀντὶ τοῦ παιδὸς λίθον τεκεῖν. | |
35 | Strab. § 53 p. 607: οἴεται δ’ ὁ Σκήψιος καὶ βασίλειον τοῦ Αἰνείου γεγονέναι τὴν Σκῆψιν, μέσην οὖσαν τῆς τε ὑπὸ τῷ Αἰνείᾳ καὶ Λυρνησσοῦ, εἰς ἣν φυγεῖν εἴρηται διωκόμενος ὑπὸ τοῦ Ἀχιλλέως· φησὶ γοῦν ὁ Ἀχιλλεύς ‚ἢ οὐ μέμνῃ, ὅτε πέρ σε | |
5 | βοῶν ἄπο μοῦνον ἐόντα σεῦα κατ’ Ἰδαίων ὀρέων ταχέεσσι πό‐ δεσσι, κεῖθεν δ’ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν πέρσα | |
μεθορμηθείσ‛ (Υ 188 sqq.). | 35 | |
36 | Strab. § 58 p. 610: φησὶ δὲ Μυρσίλος Μηθυμναίων κτίσμα εἶναι τὴν Ἄσσον, Ἑλλάνικός τε καὶ Αἰολίδα φησίν, ὥστε καὶ τὰ Γάργαρα καὶ ἡ Λαμπωνία Αἰολέων· Ἀσσίων γάρ ἐστι κτίσμα τὰ Γάργαρα, οὐκ εὖ συνοικούμενα· ἐποίκους γὰρ οἱ βασιλεῖς | |
5 | εἰσήγαγον ἐκ Μιλητουπόλεως ἐρημώσαντες ἐκείνην, ὥστε ἡμιβαρ‐ βάρους γενέσθαι φησὶ Δημήτριος αὐτοὺς ὁ Σκήψιος ἀντὶ | |
Αἰολέων. | 36 | |
37 | schol. Eurip. Androm. 1: ἔνιοι (corr. Cobet. ἐν ᾗ M. ἔνθα GT) δὲ καὶ τὴν Χρύσην καὶ τὴν Λυρνησσὸν ἐν τῷ τῆς Θήβης πεδίῳ τάσσουσιν ὡς ὁ Αἰσχύλος Λυρνησσίδα προσαγορεύσας τὴν Ἀνδρομάχην ἐν τοῖς Φρυξίν, ἔνθα καὶ ξένως ἱστορεῖ Ἀνδραίμονος | |
5 | αὐτὴν λέγων (fr. 260 Dind.)· Ἀνδραίμονος γένεθλον * Λυρνησσίου | |
ὅθεν περ Ἕκτωρ ἄλοχον ἤγαγεν φίλην. | 38 | |
38 | schol. V ad Ρ 301: Λαρίσσης· οὐ τῆς ἐν Τροίᾳ· οὐ γὰρ ἂν εἴρηκε τῆλε. ἀλλ’ ἔστιν ὁμώνυμος Λάρισσα ἐν Κύμῃ ἣ ἀπέχει χιλίους διακοσίους σταδίους τῆς Ἰλίου. φασὶ τὴν Φρικωνίδα Λάρισσαν. | |
39 | Strab. p. 626: κειμένων δ’ οὕτω πως τῶν ἐπῶν παρ’ Ὁμήρῳ ‚Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην, υἷε Ταλαιμέ‐ νεος, τὼ Γυγαίη τέκε λίμνη, οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ | |
γεγαῶτασ‛ (Β 864 sqq.) προσγράφουσί τινες τοῦτο τέταρτον ἔπος | 39 | |
5 | ‚Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ‛. οὐδεμία δ’ εὑρίσκε‐ ται Ὕδη ἐν τοῖς Λυδοῖς. οἱ δὲ καὶ τὸν Τυχίον ἐνθένδε ποιοῦσιν ὅν φησιν ὁ ποιητής ‚σκυτοτόμων ὄχ’ ἄριστος Ὕδῃ ἔνι‛ (Η 221). προστιθέασι δὲ καὶ διότι δρυμώδης ὁ τόπος καὶ κεραυνόβολος καὶ ὅτι ἐνταῦθα οἱ Ἄριμοι· καὶ γὰρ τῷ ‚εἰν Ἀρίμοις ὅθι φασὶ | |
10 | Τυφωέος ἔμμεναι εὐνάσ‛ (Β 783) ἐπεισφέρουσι ‚χώρῳ ἐνὶ δρυόεντι Ὕδης ἐν πίονι δήμῳ‛. ἄλλοι δ’ ἐν Κιλικίᾳ τινὲς δ’ ἐν Συρίᾳ πλάττουσι τὸν μῦθον τοῦτον, οἱ δ’ ἐν Πιθηκούσσαις, οἳ καὶ τοὺς πιθήκους φασὶ παρὰ τοῖς Τυρρηνοῖς ἀρίμους καλεῖσθαι· οἱ δὲ τὰς Σάρδεις Ὕδην ὀνομάζουσιν, οἱ δὲ τὴν ἀκρόπολιν αὐτῆς. πι‐ | |
15 | θανωτάτους δ’ ὁ Σκήψιος ἡγεῖται τοὺς ἐν τῇ Κατακεκαυμένῃ τῆς | |
Μυσίας τοὺς Ἀρίμους τιθέντας. | 40 | |
40 | Eustath. p. 366, 14: ἡ δὲ κατ’ Εὐριπίδην (scil. ἔκδοσις) μετὰ τὸν τρίτον στίχον οὗ ἀρχὴ τὸ ‚οἳ καὶ Μῄονας ἦγον‛ (Β 866) γράφει τέταρτον τοῦτον κατὰ σχῆμα ἐπαναλήψεως ‚Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ‛. | |
41 | Strab. p. 627 § 8: φησὶ δὲ Καλλισθένης ἁλῶναι τὰς Σάρ‐ δεις ὑπὸ Κιμμερίων πρῶτον, εἶθ’ ὑπὸ Τρηρῶν καὶ Λυκίων, ὅπερ καὶ Καλλῖνον δηλοῦν τὸν τῆς ἐλεγείας ποιητήν, ὕστατα δὲ τὴν ἐπὶ Κύρου καὶ Κροίσου γενέσθαι ἅλωσιν. λέγοντος δὲ τοῦ | |
5 | Καλλίνου τὴν ἔφοδον τῶν Κιμμερίων ἐπὶ τοὺς Ἠσιονῆας γεγονέ‐ ναι, καθ’ ἣν αἱ Σάρδεις ἑάλωσαν, εἰκάζουσιν οἱ περὶ τὸν Σκή‐ ψιον ἰαστὶ λέγεσθαι Ἠσιονεῖς τοὺς Ἀσιονεῖς· ‚τάχα γὰρ ἡ Μῃο‐ νία‛, φησίν, ‚Ἀσία ἐλέγετο, καθ’ ὃ καὶ Ὅμηρος εἴρηκεν ‚Ἀσίῳ ἐν λειμῶνι καϋστρίου ἀμφὶ ῥέεθρα‛‛ (Β 461). | |
42 | Steph. Byz. p. 304, 15: Ἠσιονία ἡ Σάρδεων χώρα ἡ καὶ Ἀσία. | |
43 | schol. Apollon. Rhod. B 777: δι’ Ἀσίδος ἠπείροιο· τῆς Λυδίας λέγει. Ἀσία γὰρ τὸ πρότερον ἐκαλεῖτο ἡ Λυδία. καὶ | |
Ὅμηρος ‚Ἀσίῳ ἐν λειμῶνι‛. | 41 | |
44 | Strab. p. 680: (τοὺς δ’ Ἁλιζῶνας αὐτὸς [scil. Ἀπολλόδωρος] πλάττει) μᾶλλον δ’ οἱ πρῶτοι τοὺς Ἁλιζῶνας ἀγνοήσαντες τίνες εἰσί, καὶ μεταγράφοντες πλεοναχῶς καὶ πλάττοντες τὴν τοῦ ἀρ‐ γύρου γενέθλην καὶ ἄλλα πολλὰ μέταλλα, ἐκλελειμμένα ἅπαντα. | |
5 | πρὸς ταύτην δὲ τὴν φιλοτιμίαν κἀκείνας συνήγαγον τὰς ἱστορίας ἃς ὁ Σκήψιος τίθησι παρὰ Καλλισθένους λαβὼν καὶ ἄλλων τι‐ νῶν, οὐ καθαρευόντων τῆς περὶ τῶν Ἁλιζώνων ψευδοδοξίας· ὡς ὁ μὲν Ταντάλου πλοῦτος καὶ τῶν Πελοπιδῶν ἀπὸ τῶν περὶ Φρυ‐ γίαν καὶ Σίπυλον μετάλλων ἐγένετο· ὁ δὲ Κάδμου [ἐκ τῶν] περὶ | |
10 | Θρᾴκην καὶ τὸ Παγγαῖον ὄρος· ὁ δὲ Πριάμου ἐκ τῶν ἐν Ἀστύ‐ ροις περὶ Ἄβυδον χρυσείων, ὧν καὶ νῦν ἔτι μικρὰ λείπεται· πολλὴ δ’ ἡ ἐκβολὴ καὶ τὰ ὀρύγματα σημεῖα τῆς πάλαι μεταλλείας· ὁ δὲ Μίδου ἐκ τῶν περὶ τὸ Βέρμιον ὄρος· ὁ δὲ Γύγου καὶ Ἀλυάτ‐ του καὶ Κροίσου ἀπὸ τῶν ἐν Λυδίᾳ .... † τῆς μεταξὺ Ἀταρ‐ | |
15 | νέως τε καὶ Περγάμου πολίχνη ἐρήμη ἐκμεμεταλλευμένα ἔχουσα τὰ χωρία. | |
45 | Strab. p. 550: ὑπονοεῖ δὲ καὶ ὁ Σκήψιος τὴν τοῦ ὀνό‐ ματος μετάπτωσιν ἐξ Ἀλύβων εἰς Χάλυβας, τὰ δ’ ἑξῆς καὶ τὰ συνῳδὰ (scil. quae Strabo modo exposuit) οὐ νοῶν καὶ μά‐ λιστα ἐκ τίνος Ἁλιζώνους εἴρηκε τοὺς Χάλυβας (scil. ὁ ποιητής) | |
5 | ἀποδοκιμάζει τὴν δόξαν. —ὁ δὲ Σκήψιος οὔτε τὴν τούτου | |
(scil. Ἐφόρου), [ὡς] ἔοικεν, ἀποδεξάμενος οὔτε [τὴν] τῶν περὶ τὴν Παλλήνην τοὺς Ἁλιζώνους ὑπολαβόντων (ὧν ἐμνήσθη‐ μεν ἐν τοῖς Μακεδονικοῖς), ὁμοίως διαπορεῖ καὶ πῶς ἐκ τῶν ὑπὲρ τὸν Βορυσθένη νομάδων ἀφῖχθαι συμμαχίαν τοῖς Τρωσί τις | 42 | |
10 | νομίσειεν, ἐπαινεῖ δὲ μάλιστα τὴν Ἑκαταίου τοῦ Μιλησίου καὶ Μενεκράτους τοῦ Ἐλαΐτου τῶν Ξενοκράτους γνωρίμων ἀνδρὸς δόξαν καὶ τὴν Παλαιφάτου, ὧν ὁ μὲν ἐν γῆς περιόδῳ φησίν· ‚ἐπὶ δ’ Ἀλαζίῃ πόλι ποταμός [ἐστι] Ὀδρύσης [ὃς] ῥέων διὰ Μυγ‐ δονίης πεδίου ἀπὸ δύσιος ἐκ τῆς λίμνης τῆς Δασκυλίτιδος ἐς | |
15 | Ῥύνδακον ἐσβάλλει.‛ ἔρημον δὲ εἶναι νῦν τὴν Ἀλαζίαν λέγει, κώμας δὲ πολλὰς τῶν Ἀλαζώνων οἰκεῖσθαι δι’ ὧν [ὁ] Ὀδρύσης ῥεῖ, ἐν δὲ ταύταις τὸν Ἀπόλλωνα τιμᾶσθαι διαφερόντως καὶ μά‐ λιστα κατὰ τὴν ἐφορίαν τῶν Κυζικηνῶν. ὁ δὲ Μενεκράτης ἐν τῇ Ἑλλησποντιακῇ περιόδῳ ὑπερκεῖσθαι λέγει τῶν περὶ τὴν Μύρ‐ | |
20 | λειαν τόπων ὀρεινὴν συνεχῆ, ἣν κατῴκει τὸ τῶν Ἁλιζώνων ἔθνος· δεῖ δέ, φησί, γράφειν ἐν τοῖς δύο λάβδα, τὸν δὲ ποιητὴν ἐν τῷ ἑνὶ γράφειν διὰ τὸ μέτρον. ὁ δὲ Παλαίφατός φησιν ἐξ Ἀλαζώ‐ νων τῶν ἐν τῇ Ἀλόπῃ οἰκούντων, νῦν δὲ Ζελείᾳ, τὸν Ὀδίον καὶ τὸν Ἐπίστροφον στρατεῦσαι. —τοὺς περὶ Πύγελα λέγοντας | |
25 | τοὺς Ἀμαζῶνας μεταξὺ Ἐφέσου καὶ Μαγνησίας καὶ Πριήνης φλυαρεῖν φησὶν ὁ Δημήτριος· τὸ γὰρ ‚τηλόθεν‛ οὐκ ἐφαρμότ‐ τειν τῷ τόπῳ· (πόσῳ οὖν μᾶλλον οὐκ ἐφαρμόττει τῷ περὶ Μυ‐ σίαν καὶ Τευθρανίαν;) Νὴ Δία ἀλλά φησι δεῖν ἔνια καὶ ἀκύρως προστιθέμενα δέ‐ | |
30 | χεσθαι, ὡς καὶ ‚τῆλ’ ἐξ Ἀσκανίησ‛ καὶ ‚Ἀρναῖος δ’ ὄνομ’ ἔσκε, τὸ γὰρ θέτο πότνια μήτηρ‛ καὶ ‚εἵλετο δὲ κληῖδ’ εὐκαμπέα χειρὶ πα‐ χείῃ Πηνελόπη‛. (δεδόσθω δὴ καὶ τοῦτο· ἀλλ’ ἐκεῖνα οὐ δοτέα) οἷς προσέχων ὁ Δημήτριος οὐδὲ τοῖς ὑπολαβοῦσι δεῖν ἀκούειν ‚τηλόθεν ἐκ Χαλύβησ‛ πιθανῶς ἀντείρηκε. συγχωρήσας γὰρ ὅτι, | |
35 | εἰ καὶ μὴ ἔστι νῦν ἐν τοῖς Χάλυψι τὰ ἀργυρεῖα, ὑπάρξαι γε ἐνε‐ δέχετο, ἐκεῖνό γε οὐ συγχωρεῖ ὅτι καὶ ἔνδοξα ἦν καὶ ἄξια μνή‐ μης, καθάπερ τὰ σιδηρεῖα. —τί δ’ εἰ μὴ κατὰ τοὺς ἥρωας, | |
ἀλλὰ καθ’ Ὅμηρον εἰς δόξαν ἀφῖκτο τὰ ἀργυρεῖα, ἆρα μέμψαιτό τις ἂν τὴν ἀπόφασιν τοῦ ποιητοῦ; πῶς οὖν εἰς τὸν ποιητὴν ἡ | 43 | |
40 | δόξα ἀφίκετο; (πῶς δ’ ἡ τοῦ ἐν τῇ Τεμέσῃ χαλκοῦ τῇ Ἰταλιώ‐ τιδι κτλ.). ἀλλ’ οὐδ’ οἷς συνηγορεῖ, τούτοις ὁμολογεῖ· τὰ γὰρ περὶ τὴν Σκῆψιν τοποθετῶν τὴν ἑαυτοῦ πατρίδα, πλησίον τῆς Σκήψιος καὶ τοῦ Αἰσήπου Νέαν κώμην καὶ Ἀργυρίαν λέγει καὶ Ἀλαζόνιον ... ὁ δὲ Ἑκαταῖος κτλ. | |
46 | Strab. VII, 331 fr. 35: ἐνταῦθα δὲ καὶ διῶρυξ δείκνυται ἡ περὶ τὴν Ἄκανθον, καθ’ ἣν Ξέρξης τὸν Ἄθω διορύξαι λέγεται καὶ διαγαγεῖν ἐκ τοῦ Στρυμονικοῦ κόλπου διὰ τοῦ ἰσθμοῦ, δεξά‐ μενος τὴν θάλασσαν εἰς τὴν διώρυγα. Δημήτριος δ’ ὁ Σκή‐ | |
5 | ψιος οὐκ οἴεται πλευσθῆναι τὴν διώρυγα ταύτην· μέχρι μὲν γὰρ δέκα σταδίων εὔγεων καὶ ὀρυκτὴν εἶναι, διορωρύχθαι δ’ ἐπὶ πλάτος πλεθριαῖον, εἶθ’ ὑψηλὸν εἶναι πλαταμῶνα σταδιαῖον σχε‐ δόν τι τὸ μῆκος, ὅσον οὐκ ἐνὸν ἐκλατομηθῆναι δι’ ὅλου μέχρι θαλάσσης· εἰ δὲ καὶ μέχρι δεῦρο, οὔ γε καὶ κατὰ βυθοῦ ὥστε | |
10 | πόρον γενέσθαι πλωτόν· ὅπου Ἀλέξαρχον τὸν Ἀντιπάτρου πόλιν ὑποδείμασθαι τὴν Οὐρανόπολιν τριάκοντα σταδίων τὸν κύκλον ἔχουσαν. schol. BLV ad Ξ 229: τοῦτο δὲ (scil. τὸ ὄρος) ὤρυξε Ξέρ‐ ξης καταπλῆξαι βουλόμενος Ἕλληνας. Δημήτριος δὲ ὁ Σκή‐ | |
15 | ψιος ψευδὲς εἶναι τοῦτό φησιν. | |
47 | Strab. VII, 331 fr. 57: Δημήτριος δ’ ὁ Σκήψιος ἐν | |
τοῖς περὶ τοῦ τρωικοῦ διακόσμου τὸ μὲν ἐκ Περίνθου μέχρι Βυ‐ ζαντίου φησὶν ἑξακοσίους σταδίους, τὸ δ’ ἴσον μέχρι Παρίου, τὴν δὲ Προποντίδα μήκει μὲν χιλίων καὶ τετρακοσίων ἀποφαίνει στα‐ | 44 | |
5 | δίων, εἰς εὖρος δὲ πεντακοσίων. τοῦ δ’ Ἑλλησπόντου τὸ στενώ‐ τατον ἑπταστάδιόν φησι, μῆκος δὲ τετρακοσίων. | |
48 | Strab. I p. 58: πολλῶν δὲ συναγωγὰς ποιησαμένων τοιαύ‐ τας (scil. de terrae mutationibus) ἀρκέσει τὰ ὑπὸ τοῦ Σκη‐ ψίου Δημητρίου συνηγμένα οἰκείως παρατεθέντα. μνησθεὶς γὰρ τῶν ἐπῶν τούτων ‚κρουνὼ δ’ ἵκανον καλιρρόω ἔνθα τε πηγαὶ | |
5 | δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος. ἡ μὲν γάρ θ’ ὕδατι λιαρῷ, ἡ δ’ ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ‛ (Χ 147 sqq.) οὐκ ἐᾷ θαυμάζειν, εἰ νῦν ἡ μὲν τοῦ ψυχροῦ ὕδατος μένει πηγή, ἡ δὲ τοῦ θερμοῦ οὐχ ὁρᾶται. δεῖν γάρ φησιν αἰτιᾶσθαι τὴν ἔκλειψιν τοῦ θερμοῦ ὕδατος. μιμνήσκεται δὲ πρὸς ταῦτα τῶν ὑπὸ Δη‐ | |
10 | μοκλέους λεγομένων σεισμούς τινας μεγάλους τοὺς μὲν πάλαι περὶ Λυδίαν γενομένους καὶ Ἰωνίαν μέχρι τῆς Τρῳάδος ἱστοροῦν‐ τος, ὑφ’ ὧν καὶ κῶμαι κατεπόθησαν καὶ Σίπυλος κατεστράφη κατὰ τὴν Ταντάλου βασιλείαν καὶ ἐξ ἑλῶν λίμναι ἐγένοντο, τὴν | |
δὲ Τροίαν ἐπέκλυσε κῦμα. | 45 | |
49 | Strab. X p. 456: Ἀστερία νησίον (Ἀστερὶς δ’ ὑπὸ τοῦ ποιητοῦ λέγεται), ἣν ὁ μὲν Σκήψιος μὴ μένειν τοιαύτην οἵαν φησὶν ὁ ποιητής ‚λιμένες δ’ ἔνι ναύλοχοι αὐτῇ ἀμφίδυμοι‛ (δ 846). ὁ δὲ Ἀπολλόδωρος κτλ. | |
50 | Strab. I p. 45: πρὸς Νεάνθη τὸν Κυζικηνὸν φιλοτιμοτέρως ἀντιλέγων (scil. ὁ Δημήτριος) εἰπόντα ὅτι οἱ Ἀργοναῦται πλέοντες εἰς Φᾶσιν τὸν ὑφ’ Ὁμήρου καὶ τῶν ἄλλων ὁμολογού‐ μενον πλοῦν ἱδρύσαντο τὰ τῆς Ἰδαίας μητρὸς ἱερὰ περὶ Κύζικον, | |
5 | ἀρχήν φησι μηδ’ εἰδέναι τὴν εἰς Φᾶσιν ἀποδημίαν τοῦ Ἰάσονος Ὅμηρον. (τοῦτο δ’ οὐ μόνον τοῖς ὑφ’ Ὁμήρου λεγομένοις μάχε‐ ται, ἀλλὰ καὶ τοῖς ὑπ’ αὐτοῦ). φησὶ γὰρ τὸν Ἀχιλλέα Λέσβον μὲν πορθῆσαι καὶ ἄλλα χωρία, Λήμνου δ’ ἀποσχέσθαι καὶ τῶν πλησίον νήσων διὰ τὴν πρὸς Ἰάσονα καὶ τὸν υἱὸν Εὔνεων συγγέ‐ | |
10 | νειαν τότε τὴν νῆσον κατέχοντα. ibid. p. 46: εἰ δ’ ὥσπερ ὁ Σκήψιός φησι παραλαβὼν μάρτυρα Μίμνερμον, ὃς ἐν (ἐπὶ Wilam.) τῷ ὠκεανῷ ποιήσας τὴν οἴκησιν τοῦ Αἰήτου πρὸς ταῖς ἀνατολαῖς ἐκτὸς πεμφθῆναί φησιν ὑπὸ τοῦ Πελίου τὸν Ἰάσονα καὶ κομίσαι τὸ δέρος (οὔτ’ ἂν | |
15 | ἡ ἐπὶ τὸ δέρος ἐκεῖσε πομπὴ πιθανῶς λέγοιτο εἰς ἀγνῶτας καὶ ἀφανεῖς τόπους .... ‚οὐδέ κοτ’ ἂν μέγα κῶας ἀνήγαγεν αὐτὸς | |
Ἰήσων ἐξ Αἴης τελέσας ἀλγινόεσσαν ὁδόν‛ κτλ.) (fr. Mimn. 11 B). | 46 | |
51 | schol. Apollon. Rhod. A 230: ὁ δὲ Σκήψιος Δημήτριός φησι τοὺς τὴν Ἰωλκὸν οἰκοῦντας Μινύας προσαγορεύεσθαι. | |
52 | ibid. A 238: Παγασαὶ ἀκρωτήριον Μαγνησίας, ὠνομάσθη δὲ ἀπὸ τοῦ ἐκεῖ πεπῆχθαι τὴν Ἀργώ. ὁ δὲ Σκήψιος ἀπὸ τοῦ πηγαῖς περιρρέεσθαι τοὺς τόπους. ἔστι δὲ καὶ Παγασαίου Ἀπόλ‐ λωνος ἱερόν. | |
53 | schol. Apollon. Rh. Γ 134: ἄντρῳ ἐν Ἰδαίῳ· (ἢ τῷ τῆς Κρήτης ἢ τῷ τῆς Τροίας). ἀντιποιοῦνται γὰρ καὶ Τρῶες τῆς τοῦ Διὸς γενέσεως καθά φησιν Δημήτριος ὁ Σκήψιος. | |
54 | schol. Pindar. Ol. V, 42: Ἰδαῖον ἄντρον· ἐν Ἤλιδι Δη‐ μήτριος ὁ Σκήψιος νεὼν διακόσμου ἱερὸν Διός. ἔνιοι δὲ νομίζοντες μὴ τῶν ἐν Ἤλιδι χωρίων αὐτὸν μεμνῆσθαι ὑπέλαβον μνημονεύειν Ἴδης τῆς ἐν Κρήτῃ ἢ τῆς ἐν Τροίᾳ (οὕτω Θέων | |
5 | φησί). | 47 |
55 | Strab. p. 339: ἐκεῖνος (scil. ὁ Δημήτριος) οὔ φησιν εἶναι Σελλήεντα ἐν Θεσπρωτοῖς ποταμόν, ἀλλ’ ἐν τῇ Ἠλείᾳ παρὰ τὴν ἐκεῖ Ἐφύραν (ὡς προείπομεν). | |
56 | schol. V ad Ο 531: ἐξ Ἐφύρης· τῆς ἐν Ἤλιδι ἧς καὶ ἐν ἄλλοις μνημονεύει· ‚ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει πίειραν ἄρουραν‛ (β 328). —ποταμὸς Ἤλιδος ὁ Σελλήεις ὃς ῥεῖ ἀπὸ Λασίωνος ὄρους. | |
5 | schol. D. ad eundem l.: τῆς ἐν Ἤλιδι ἣ νῦν καλεῖται Οἰνόη. | 48 |
57 | Strab. VIII p. 340 (v. s. p. 7 sq.): postquam poëtam in versibus Β 615 sqq. οἳ δ’ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον ὅσσον ἐφ’ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα | |
5 | πέτρη τ’ Ὠλενίη καὶ Ἀλείσιον ἐντὸς ἐέργει κτλ. parum accurate locutum esse, expositum est, quaerendi finis fit in verbis hisce: καὶ τὸ Βουπράσιον μὲν δὴ μέρος ἦν τῆς Ἤλιδος. ποιητικῷ δέ τινι σχήματι συγκαταλέγειν τὸ μέρος τῷ ὅλῳ φασὶ τὸν Ὅμηρον | |
10 | ὡς τὸ ‚ἀν’ Ἑλλάδα καὶ μέσον Ἄργοσ‛ καὶ ‚ἀν’ Ἑλλάδα τε Φθίην τε‛ ‚Κουρῆτές τ’ ἐμάχοντο καὶ Αἰτωλοί‛ ‚οἱ δ’ ἐκ Δουλιχίοιο Ἐχι‐ νάων θ’ ἱεράων‛. καὶ γὰρ τὸ Δουλίχιον τῶν Ἐχινάδων. χρῶνται δὲ καὶ οἱ νεώτεροι· Ἱππῶναξ μὲν· ‚Κυπρίων βέκος φαγοῦσι καὶ Ἀμαθουσίων πυρόν·‛ | |
15 | Κύπριοι γὰρ καὶ οἱ Ἀμαθούσιοι· καὶ Ἀλκμὰν δέ· ‚Κύπρον ἱμερτὰν λιποῖσα καὶ Πάφον περιρρύταν.‛ καὶ Αἰσχύλος· ‚Κύπρου Πάφου τ’ ἔχουσα πάντα κλῆρον.‛ | |
58 | Nicanor ad Λ 757: ὀφρ’ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους πέτρης τ’ Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη κέκληται | |
5 | (ἤτοι διασταλτέον ἐπὶ τὸ Ἀλισίου) ἢ συναπτέον τοῖς ἑξῆς ὡς Δη‐ | |
μήτριος ὁ Σκήψιος. | 49 | |
59 | Strab. VIII p. 344 (§ 15): πρὸς ἄρκτον δ’ ὅμορα ἦν τῷ Πύλῳ δύο πολίδια Τριφυλιακὰ Ὕπανα καὶ Τυμπανέαι, ὧν τὸ μὲν εἰς Ἦλιν συνῳκίσθη τὸ δ’ ἔμεινε. καὶ ποταμοὶ δὲ δύο ἐγγὺς ῥέουσιν ὅ τε Δαλίων καὶ ὁ Ἀχέρων, ἐμβάλλοντες εἰς τὸν Ἀλφειόν. | |
5 | ὁ δὲ Ἀχέρων κατὰ τὴν πρὸς τὸν Ἅιδην οἰκειότητα ὠνόμασται· ἐκτετίμηται γὰρ δὴ σφόδρα τά τε τῆς Δήμητρος καὶ τῆς Κόρης ἱερὰ ἐνταῦθα καὶ τὰ τοῦ Ἅιδου, τάχα διὰ τὰς ὑπεναντιότητας ὥς φησιν ὁ Σκήψιος Δημήτριος. καὶ γὰρ εὔκαρπός ἐστι καὶ ἐρυσίβην γεννᾷ καὶ θρύον ἡ Τριφυλία· διόπερ ἀντὶ μεγάλης | |
10 | φορᾶς πυκνὰς ἀφορίας γίνεσθαι συμβαίνει κατὰ [τούτους] τοὺς | |
τόπους. | 50 | |
60 | Steph. Byz. p. 79, 6: Ἀλύβη. ‚τηλόθεν ἐξ Ἀλύβης ὅθεν ἀρ‐ γύρου ἐστὶ γενέθλη.‛ παρὰ ταύτην ἐλθεῖν Ῥέα λέγεται Δία φέ‐ ρουσα νεογνόν. οἱ ταύτην οἰκοῦντες Ἄλυβες, ἀντὶ τῶν ἀργυρείων μετάλλων σιδηρᾶ ἔχοντες. | |
61 | Strab. X p. 472: ... ἔτι δὲ Κρόνου τινές, ἄλλοι δὲ Διὸς καὶ Καλλιόπης φασὶ τοὺς Κορύβαντας τοὺς αὐτοὺς τοῖς Καβεί‐ ροις ὄντας, ἀπελθεῖν δὲ τούτους εἰς Σαμοθρᾴκην καλουμένην πρότερον Μελίτην, τὰς δὲ πράξεις αὐτῶν μυστικὰς εἶναι. ταῦτα | |
5 | δ’ οὐκ ἀποδεξάμενος ὁ Σκήψιος ὁ τοὺς μύθους συναγαγὼν τούτους, ὡς μηδενὸς ἐν Σαμοθρᾴκῃ μυστικοῦ λόγου περὶ Κα‐ βείρων λεγομένου, παρατίθησιν ὁμοίως (ὅμως Xyl.) καὶ Στησιμβρότου τοῦ Θασίου δόξαν ὡς τὰ ἐν Σαμοθρᾴκῃ ἱερὰ τοῖς Καβείροις ἐπιτελοῖτο· καλεῖσθαι δέ φησιν αὐτοῦς ἐκεῖνος ἀπὸ | |
10 | τοῦ ὄρους τοῦ ἐν τῇ Βερεκυντίᾳ Καβείρου. οἱ δ’ Ἑκάτης προ‐ | |
πόλους νομίζουσι τοὺς Κουρῆτας τοὺς αὐτοὺς τοῖς Κορύβασιν ὄντας. φησὶ δὲ πάλιν ὁ Σκήψιος ἐν τῇ Κρήτῃ τὰς τῆς Ῥέας τιμὰς μὴ νομίζεσθαι μηδὲ ἐπιχωριάζειν ὑπεναντιούμενος τῷ τοῦ Εὐριπίδου λόγῳ (Bacch. vs. 55 sqq. cf. p. 469), ἀλλ’ ἐν τῇ | 51 | |
15 | Φρυγίᾳ μόνον καὶ τῇ Τρῳάδι, τοὺς δὲ λέγοντας μυθολογεῖν μᾶλ‐ λον ἢ ἱστορεῖν, πρὸς τοῦτο δὲ καὶ τὴν τῶν τόπων ὁμωνυμίαν συμπρᾶξαι τυχὸν ἴσως αὐτοῖς· Ἴδη γὰρ τὸ ὄρος τό τε Τρωικὸν καὶ τὸ Κρητικόν, καὶ Δίκτη τόπος ἐν τῇ Σκηψίᾳ καὶ ὄρος ἐν Κρήτῃ· τῆς δὲ Ἴδης λόφος Πύτνα .... ἀφ’ οὗ Ἱεράπυτνα ἡ | |
20 | πόλις, Ἱπποκόρωνά τε τῆς Ἀδραμυττηνῆς καὶ Ἱπποκορώνιον ἐν Κρήτῃ, Σαμώνιόν τε τὸ ἑωθινὸν ἀκρωτήριον τῆς νήσου καὶ πε‐ δίον ἐν τῇ Νεανδρίδι καὶ τῇ Ἀλεξανδρέων. p. 473: πιθανὸν δέ φησιν ὁ Σκήψιος, Κουρῆτας μὲν καὶ Κορύβαντας εἶναι τοὺς αὐτούς [Κουρῆτας δὲ λέγεσθαι add. Mei‐ | |
25 | neke], οἳ περὶ τὰς τῆς μητρὸς τῶν θεῶν ἁγιστείας πρὸς ἐνόπλιον ὄρχησιν ᾔθεοι καὶ κόροι τυγχάνουσι παρειλημμένοι· καὶ Κορύ‐ βαντες [Κορύβαντας M.] δὲ ἀπὸ τοῦ κορύπτοντας βαίνειν [καὶ add. M.] ὀρχηστικῶς οὓς (οἵους M.) καὶ βητάρμονας λέγει ὁ ποιητής ‚δεῦτ’ ἄγε Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι‛ (θ 250). | |
30 | τῶν δὲ Κορυβάντων ὀρχηστικῶν καὶ ἐνθουσιαστικῶν ὄντων καὶ | |
τοὺς μανικῶς κινουμένους κορυβαντιᾷν φαμέν. | 52 | |
62 | Strab. VII p. 331 fr. 50: ὅτι τὴν Σαμοθρᾴκην Ἰασίων καὶ Δάρδανος ἀδελφοὶ ᾤκουν· κεραυνωθέντος δὲ Ἰασίωνος διὰ τὴν εἰς Δήμητρα ἁμαρτίαν ὁ Δάρδανος ἀπάρας ἐκ Σαμοθρᾴκης ἐλ‐ θὼν ᾤκησεν ἐν τῇ ὑπωρείᾳ τῆς Ἴδης, τὴν πόλιν Δαρδανίαν κα‐ | |
5 | λέσας καὶ ἐδίδαξε τοὺς Τρῶας τὰ ἐν Σαμοθρᾴκῃ μυστήρια· ἐκα‐ λεῖτο δὲ ἡ Σαμοθρᾴκη Σάμος πρίν. ibid. fr. 51: ὅτι τοὺς ἐν τῇ Σαμοθρᾴκῃ τιμωμένους θεοὺς εἰρήκασι πολλοὶ τοὺς αὐτοὺς τοῖς Καβείροις οὐδ’ αὐτοὺς ἔχοντες λέγειν τοὺς Καβείρους οἵ τινές εἰσι καθάπερ τοὺς Κύρβαντας καὶ | |
10 | Κορύβαντας ὡς δ’ αὕτως Κουρῆτας καὶ Ἰδαίους Δακτύλους. | |
63 | Steph. Byz. s. v. Πολίχνα· πόλις τῆς Τρῳάδος. —ἔστι καὶ Κρήτης Πολίχνη πόλις | |
64 | schol. V ad Μ 22: Σιμόεις: καὶ ἄλλος ἐν Κρήτῃ. ἔστι δὲ | |
μικρὸς ὁ Σιμοῦς. | 54 | |
65 | Pausan. X, 12, 2—7: ἡ δὲ Ἡροφίλη νεωτέρα μὲν ἐκείνης (scil. τῆς Λιβύσσης Σιβύλλης), φαίνεται δὲ ὅμως πρὸ τοῦ πολέ‐ μου γεγονυῖα καὶ αὕτη τοῦ Τρωικοῦ καὶ Ἑλένην τε προεδήλωσεν ἐν τοῖς χρησμοῖς ὡς ἐπ’ ὀλέθρῳ τῆς Ἀσίας καὶ Εὐρώπης τραφή‐ | |
5 | σοιτο ἐν Σπάρτῃ καὶ ὡς Ἴλιον ἁλώσεται δι’ αὐτὴν ὑπὸ Ἑλλή‐ νων κτλ. | |
66 | Stephan. Byz. 445, 15: Μερμησσός, πόλις Τρωική, ἀφ’ ἧς ἡ ἐρυθραία Σίβυλλα· ἦν γὰρ καὶ ἡ πόλις αὐτοῖς ἐρυθρὰ τῷ χρώματι. | |
67 | Strab. VIII p. 374: μεταξὺ δὲ Τροιζῆνος καὶ Ἐπιδαύρου χωρίον ἦν ἐρυμνὸν Μέθανα καὶ Χερρόνησος ὁμώνυμος τούτῳ. παρὰ Θουκυδίδῃ δὲ (IV, 42, 2) ἔν τισιν ἀντιγράφοις Μεθώνη φέρεται ὁμωνύμως τῇ Μακεδονικῇ, ἐν ᾗ Φίλιππος ἐξεκόπη τὸν | |
5 | ὀφθαλμὸν πολιορκῶν· διόπερ οἴεταί τινας ἐξαπατηθέντας ὁ Σκή‐ ψιος Δημήτριος τὴν ἐν τῇ Τροιζηνίᾳ Μεθώνην ὑπονοεῖν καθ’ ἧς ἀράσασθαι λέγεται τοὺς ὑπ’ Ἀγαμέμνονος πεμφθέντας ναυτο‐ λόγους μηδέποτε παύσασθαι [τοῦ] τειχοδομεῖν, οὐ τούτων ἀλλὰ τῶν Μακεδόνων ἀνανευσάντων, ὥς φησι Θεόπομπος· τούτους δ’ | 55 |
10 | οὐκ εἰκὸς ἐγγὺς ὄντας ἀπειθῆσαι. | |
68 | Strab. IX p. 438: φησὶ δ’ ὁ Σκήψιος ἐκ τοῦ Ὀρμενίου τὸν Φοίνικα εἶναι καὶ φεύγειν αὐτὸν ἐνθένδε παρὰ τοῦ ‚πατρὸς Ἀμύντορος Ὀρμενίδαο‛ (Ι 448) εἰς τὴν Φθίαν ‚ἐς Πηλῆα ἄνακτα‛ (Ι 480). ἐκτίσθαι γὰρ ὑπὸ Ὀρμένου τὸ χωρίον τοῦτο τοῦ † Κερ‐ | |
5 | φίου τοῦ Αἰόλου· παῖδας δὲ τοῦ Ὀρμένου γενέσθαι τόν τε Ἀμύν‐ τορα καὶ Εὐαίμονα, ὧν τοῦ μὲν εἶναι Φοίνικα τοῦ δ’ Εὐρύπυ‐ λον· φυλαχθῆναι δὲ τῷ Εὐρυπύλῳ τὴν διαδοχὴν κοινήν, ἅτε ἂν ἀπελθόντος τοῦ Φοίνικος ἐκ τῆς οἰκείας· καὶ δὴ καὶ γράφει οὕ‐ τως ‚οἷον ὅτε πρῶτον λίπον Ὀρμένιον πολύμηλον‛ ἀντὶ τοῦ ‚λίπον | |
10 | Ἑλλάδα καλλιγύναικα‛ (Ι 447). Κράτης δὲ Φωκέα ποιεῖ τὸν Φοίνικα τεκμαιρόμενος ἐκ τοῦ κράνους τοῦ Μέγητος, ᾧ ἐχρήσατο ὁ Ὀδυσσεὺς κατὰ τὴν νυκτεγερσίαν, περὶ οὗ φησὶν ὁ ποιητὴς ὅτι ‚ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο ἐξέλετ’ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσασ‛ (Κ 266 sq.) τόν τε γὰρ Ἐλεῶνα ἐν τῷ Παρ‐ | |
15 | νασῷ πολίχνιον εἶναι τόν τε Ὀρμενίδην Ἀμύντορα οὐκ ἄλλον τινὰ λέγεσθαι ἢ τὸν τοῦ Φοίνικος πατέρα καὶ τὸν Αὐτόλυκον οἰκοῦντα ἐν τῷ Παρνασῷ τοιχωρυχεῖν τὰ τῶν γειτόνων, ὅπερ κοινόν ἐστι τοιχωρύχου παντός, οὐ τὰ τῶν πόρρωθεν. ὁ δὲ Σκήψιός φησι μήτε Ἐλεῶνα μηδένα τόπον τοῦ Παρνασοῦ δείκνυ‐ | |
20 | σθαι, ἀλλὰ Νεῶνα καὶ ταύτην οἰκισθεῖσαν μετὰ τὰ Τρωικά, μητ’ | |
ἐκ γειτόνων τὰς τοιχωρυχίας γίνεσθαι μόνον. | 56 | |
69 | Harpocration s. v. Ἴων ... (ἔγραψε) καὶ φιλόσοφόν τι σύγ‐ γραμμα τὸν Τριαγμὸν ἐπιγραφόμενον ... ἐν ἐνίοις δὲ καὶ πληθυντι‐ κῶς ἐπιγράφεται Τριαγμοί, καθὰ Δημήτριος ὁ Σκήψιος καὶ Ἀπολλωνίδης ὁ Νικαιεύς· ἀναγράφουσι δὲ ἐν αὐτῷ (?) τάδε· | |
5 | ἀρχὴ ἥδε (Lobeck Aglaoph. p. 385, δέ libri) μοι τοῦ λόγου· πάντα τρία καὶ πλέον τοῦδε πλέον ἔλασσον (καὶ πλέον οὐδὲν οὐδὲ ἔλασσον Lobeck). τούτων τῶν τριῶν ἑνὸς ἑκάστου ἀρετὴ τριάς, σύνεσις καὶ κράτος καὶ τύχη. | |
70 | schol. Apollon. Rhod. Α 1123: χέραδος: (ἡ τῶν βραχέων λίθων συλλογὴ τῶν καθ’ ἕνα χειρὶ ληφθῆναι δυναμένων, οὓς Ὅμηρος χερμαδίους φησί) ... ἢ χέραδες λέγονται οἱ μικροὶ σω‐ ροὶ τῶν λίθων. φησὶ Δημήτριος ὁ Σκήψιος τὴν διάλεκτον | |
5 | Ἀπολλωνιατῶν εἶναι τῶν ἐν Πόντῳ. μνημονεύει καὶ Σαπφώ ‚μὴ κενὴ χέραδοσ‛ (κίνει χέραδας Etym. M. 808, 36. l. κίνη) καὶ Ὅμη‐ ρος ‚ἅλις χέραδος περιχεύασ‛ (Φ 319). | |
71 | schol. Apollon. Rhod. Α 1165: Ῥυνδακὸς ποταμός (τόπος L.) ἐστι Φρυγίας οὗ μνημονεύει Βακχυλίδης. ταῖς δὲ ἀληθείαις τάφος ἐστὶ τοῦ Βριάρεω κατὰ τὴν ἔξοδον (εἴσοδον L.) .... καὶ | |
Δημήτριος ὁ Σκήψιος ἐν τρωικῷ διακόσμῳ (ἱστορεῖ). | 57 | |
72 | Athen. II p. 44 e: Διοκλῆ τὸν Πεπαρήθιόν φησι Δημή‐ τριος ὁ Σκήψιος μέχρι τέλους ψυχρὸν ὕδωρ πεπωκέναι. | |
73 | Athen. IV p. 167 d: τοιοῦτος (scil. potator) ἐγένετο καὶ Αἰθίοψ ὁ Κορίνθιος, ὥς φησι Δημήτριος ὁ Σκήψιος, οὗ μνημονεύει Ἀρχίλοχος· ὑπὸ φιληδονίας γὰρ καὶ ἀκρασίας καὶ οὗτος μετ’ Ἀρχίου πλέων εἰς Σικελίαν, ὅτ’ ἔμελλε κτίζειν Συρα‐ | |
5 | κούσας, τῷ ἑαυτοῦ συσσίτῳ μελιτούττης ἀπέδοτο τὸν κλῆρον ὃν ἐν Συρακούσαις λαχὼν ἔμελλεν ἕξειν. | |
74 | Athen. VI p. 236 c: πρῶτος Ὅμηρος εἰσήγαγε παράσιτον τὸν Ποδῆν εἶναι λέγων φιλὸν εἰλαπιναστὴν τοῦ Ἕκτορος· ‚ἔσκε δ’ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος ἀφνειός τ’ ἀγαθός τε· μά‐ λιστα δέ μιν τίεν Ἕκτωρ δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλα‐ | |
5 | πιναστήσ‛ (Ρ 575 sqq.). τὸν γὰρ ἐν εἰλαπίνῃ φίλον εἴρηκε τὸν ἐν τῷ δειπνεῖν. διὸ καὶ ποιεῖ αὐτὸν ὑπὸ Μενελάου τιτρωσκόμενον κατὰ τὴν γαστέρα, φησὶν ὁ Σκήψιος Δημήτριος, ὡς καὶ Πάνδαρον διὰ τὸ ἐπιωρκηκέναι κατὰ τῆς γλώττης. τιτρώσκει δὲ αὐτὸν Σπαρτιάτης ἄνθρωπος τὴν αὐτάρκειαν ἐζηλωκώς. | |
10 | schol. V ibid.: εἰλαπιναστής: σύσσιτος. ἐν τῷ εὐωχεῖσθαι φίλος. οἱ δὲ παράσιτος. schol. DL ad Ε 292: ἔτεμε τὴν γλῶσσαν Πανδάρου ὅτι ἐπιώρκησεν. | |
75 | Tzetzes ad Lycophr. vs. 530: ἱστορεῖ δὲ καὶ Σοφοκλῆς ἐν | |
Ποιμέσιν ὑπὸ τοῦ Ἕκτορος ἀναιρεθῆναι τὸν Πρωτεσίλαον. Ὁμοίως δὲ καὶ Δημήτριος ὁ Σκήψιος παρ’ Ὁμήρῳ γράφει· (Β 701) ‚τὸν δ’ ἔκτανε φαίδιμος Ἕκτωρ (Δάρδανος ἀνήρ Il. codd.) | 58 | |
5 | νηὸς ἀποθρώσκοντα πολὺ πρώτιστον Ἀχαιῶν‛. | 59 |